Ancient Greek
1.2 to 1.5
Scholia in Homerum, Scholia in Iliadum 1.2-8-5
Not analysed yet
5. ὡς δʼ ὅταν ἀστράπτῃ] ὅτι παραβάλλει τὸν στεναγμὸν, ὡς δʼ ὅταν, οὕτως καὶ ἡ τοῦ Ἀγαμέμνονος ψυχὴ ἐστέναζεν. καθʼ ἕκαστα δὲ οὐκ ἐπεξείργασται, διότι οὐκ ἔστι πρὸς ἅπαντα ἡ εἰκών. 6. τῷ πολύν ἐπήνεγκε τὸ ἀθέσφατον αὐξήσεως χάριν. ἔνιοι δὲ στίζοντες μετὰ τὸ ὄμβρον ἀπὸ ἄλλης ἀρχῆς ἀναγινώσκουσιν, ἵνʼ ᾖ πολλὴν χάλαζαν. βέλτιον δὲ τὸ ἀθέσφατον τοῖς ἑξῆς συνάπτειν ἐπὶ τῆς χαλάζης, καὶ μὴ δύο καθʼ ἑνὸς κεῖσθαι ἐπίθετα. 7. νιφετόν] ὅτι οἱ ὑγιῶς χρώμενοι νείφειν μὲν λέγουσι τὸ χιονίζειν, ὄμβρον δὲ τὸν ὑετὸν, χάλαζαν δὲ τὸ ἐν ὑετῷ πεπηγὸς ὕδωρ. διὸ νῦν διαστέλλει ἕκαστον. ἐπάλυνεν] ἐλεύκανεν, ὡς παλὴ καταπασθεῖσα· οὕτως γὰρ ὀξυτόνως καλεῖται τὸ ἐκπασσόμενον λεπτομερέστατον τοῦ ἀλεύρου. 8. πολέμοιο μέγα στόμα] ἤτοι μεταφορικῶς τὴν ἀρχὴν τοῦ πο- λέμου, ἢ περιφραστικῶς ὅλον αὐτὸν, διότι πάντων δαπανητικός.