Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Κ.
Scholia in Homerum, Scholia in Iliadum 1.6-5
Not analysed yet
10. νειόθεν ἐκ κραδίης] ἐκ τῶν ἐσωτάτω λογισμῶν· ἔνδον γὰρ ἐν τοῖς ἐπιλογισμοῖς τὰ δεινὰ ὁρῶν καθʼ ἑαυτὸν στένει. ἐντεῦθεν κινηθεὶς Φιλότιμος σοφιστὴς ἐν καρδίᾳ τὸ ἡγεμονικὸν ἔθετο· ὅθὲν γὰρ τὸ χαίρειν καὶ τὸ λυπεῖσθαι τὰς ἀρχὰς ἔχει, δῆλον ὅτι ὁ νοῦς ἐκεῖθεν ἤρτηται. τρομέοντο] ότι Ζηνόδοτος γράφει φοβέοντο. τὸν δὲ φόβον εἴωθε λέγειν Ὅμηρος τὴν μετὰ φυγῆς δειλίασιν. ἐλέγχεται δὲ ὁ Ζηνό- δοτος ἁμαρτάνων ἐκ τοῦ “ὡς δʼ αὕτως Μενέλαον ἔχε τρόμος” (25).