Ancient Greek
Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.
Scholia in Homerum, Scholia in Iliadum 1.20
Not analysed yet
24. *ἀλλ᾿ οὐκ Ἀτρείδῃ Ἀγαμέμνονι ἥνδανε] ὅτι Ζηνόδοτος γρά- φει ἀλλʼ οὐκ Ἀτρείδεω Ἀγαμέμνονος. ὁ δὲ ποιητὴς δοτικὴν ἀντὶ γενικῆς παραλαμβάνει. ἀρχικὸν τὸ μὴ ἐπιτρέπειν τοῖς ἀρχομένοις τὰς κρίσεις, ἄλλων τε οὐκ ἐπεκηρυκεύσατο, ἀλλὰ τὸ τοῦ βασιλέως γέρας ᾔτει παρὰ τῶν ἀρχομένων. μή σε, γέρον, κοίλῃσι] μετὰ σπουδῆς ὁ Ἀγαμέμνων ἀπε- λαύνει τὸν Χρύσην, εἰδὼς ὅτι παρὼν δυσωπεῖ τοὺς Ἕλληνας. καὶ οὐ τοῦτο δὲ λέγει ὅτι γηράσασαν αὐτὴν τότε ἀποδώσει, ἀλλʼ ὅτι πρότε- ρον γηράσει ἢ ἐκείνῳ ἀποδοθήσεται. *κιχείω] ὅτι ἀντὶ τοῦ κιχείοιμι.