Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Λ.
Scholia in Homerum, Scholia in Iliadum 1.204-2
Not analysed yet
480. ἐν νέμεῖ σκιερῷ] ὅτι Ζηνόδοτος γράφει ἐν νέμεῖ γλαφυρῷ. τοῦτο δὲ σπηλαίῳ ἢ ἄντρῳ οἰκεῖον, νομὰς δὲ ἔχοντι ὑπὸ συνδένδρῳ τόπῳ ἀνάρμοστον. λῖν] περισπαστέον κατὰ νόμον τῶν μονοσυλλάβων αἰτιατικῶν· πᾶσα γὰρ αἰτιατικὴ μονοσύλλαβος εἰς ν λήγουσα περισπᾶται, ἀπέστραπται δὲ τὸν ὀξὺν τόνον, μῦν μνᾶν σῦν ὗν. ταύτῃ καὶ ἡ κλεῖδα αἰτιατικὴ γενομένη κλεῖν περισπᾶται, τῆς εὐθείας ὀξυνο- μένης. ταῦτα Ἡρωδιανὸς ἐν τῷ πεντεκαιδεκάτῳ τῆς καθόλου. ἔδει μὲν περισπωμένως, ὡς μῦς μῦν· τὸ γὰρ πληθυντικὸν παρὰ Καλλιμάχῳ “αἱ μέν ῥα λίεσσιν” ὡς μύεσσιν· Ἀριστάρχῳ δὲ ἐπείσθη ἡ παράδοσις ὀξύνοντι.