Ancient Greek
Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.
Scholia in Homerum, Scholia in Iliadum 1.207
Not analysed yet
344. στικτέον κατὰ τὸ τέλος τοῦ στίχον, καὶ βραχὺ διασταλ- τέον ἐπὶ τὸ ἐπαίτιοι· ὡς γὰρ ἀγγέλους σεμνύνων αὐτοὺς εἶπεν. Διὸς ἄγγελοι] ἄσυλον γὰρ καὶ θεῖον τὸ γένος τῶν κηρύκων. Ἑρμῆς γὰρ μιγεὶς Πανδρόσῳ τῇ Κέκροπος θυγατρὶ ἔσχε παῖδα ὀνόματι Κήρυκα, ἀφʼ οὗ τὸ τῶν κηρύκων γένος, ὡς ἱστορεῖ Πτολε- μαῖος· ἢ ὅτι τὰς ἑορτὰς αὐτοῦ ἀγγέλλουσιν, ἢ ὅτι ἀπὸ Ἑρμοῦ εἰσὶν, ὃς ἄγγελος Διός. πεπαιδευμένως δέ· οὐ γὰρ δεῖ τὰς αἰτίας ἐφʼ ἑτέρους μετάγειν, ὡς κύνα κατὰ τοῦ βεβλημένου λίθου.