Ancient Greek
1.208 to 1.210
Scholia in Homerum, Scholia in Iliadum 1.208-210
Not analysed yet
335. ὔμμες] οὕτως ψιλωτέον τὸ υ τοῦ ὔμμες· ἡ γὰρ λέξις Αἰο- λική. ἐπιμαρτυρεῖ καὶ ἡ συναλοιφή “αἴ κʼ ὔμμιν ὑπερσχῇ χεῖρα Κρονίων” (Il. 4, 249). 336. ὃ σφῶι] διὰ τοῦ ἑνὸς σ ὃ σφῶι, ὁμοίως τῷ “καὶ θώρηχ᾿, ὃ γὰρ ἦν οἱ ”(Il. 18, 460). ἡ διπλῆ δὲ, ὅτι Ζηνόδοτος γράφει σὺν τῷ ν, ὃ σφῶϊν. τοῦτο δὲ σημαίνει ὑμῶν ἢ ὑμῖν, ὧν οὐδὲν ἁρμόζει τῷ λόγῳ τούτῳ, ἀλλὰ τὸ ὑμᾶς. 337. Πατρόκλεις] ἀντὶ τοῦ Πάτροκλε. ἐσχημάτισται γὰρ τὸ ὄνομα οὐκ ἀπὸ τῆς Πάτροκλος εὐθείας, ἀλλʼ ἀπὸ τῆς Πατροκλῆς ὡς Ἡρακλῆς.