Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Ζ.
Scholia in Homerum, Scholia in Iliadum 1.208-2
Not analysed yet
511. ῥίμφα ἑ γοῦνα φέρει] Ζηνόδοτος ῥίμφʼ ἑὰ γοῦνα φέρει· Ποσειδώνιος δὲ ὁ ἀναγνωστὴς Ἀριστάρχου ἄνευ διαιρέσεως τὸ ε ψιλῶς προφέρεται, παρέλκειν αὐτὸ λέγων ὡς ἐν τῷ “ἠὲ σὺ τόνδε δέδεξο” (Il. 5, 228), καὶ λύεται τὸ σολοικοφανές. ὁ δὲ Ὅμηρος ὑπὸ τῶν γονάτων καὶ ποδῶν φέρεσθαι λέγει· “τὸν μὲν ἄρʼ ὣς εἰπόντα πόδες φέρον (II. 15, 405). *ὅτι μετέβη τὴν πτῶσιν. τὸ γὰρ ἑ αὐτὸν σημαίνει.