Ancient Greek
1.202 to 1.207
Scholia in Homerum, Scholia in Iliadum 1.202-2-207
Not analysed yet
506—511. καὶ τούτοις ὁμοίως ἀστερίσκοι παράκεινται, ὅτι τὴν παραβολὴν ὅλην ἐπὶ Ἕκτορος βληθέντος λίθῳ ὑπʼ Αἴαντος μετήνεγκεν ἐντεῦθεν (Il. 15, 263—268). ἡ δὲ διπλῆ πρὸς τὸ ἀκοστήσας, ὅτι ἄλλοι ἄλλως ἀπέδωκαν· ἔστι δὲ ἤτοι ἐν ἄχει γενόμενος διὰ τὴν στάσιν, ἢ ἄκος τι καὶ βοήθημα τῆς στάσεως ζητῶν. 506. ἀκοστήσας] ἄκος τῆς στάσεως λαβὼν, τουτέστιν ἴαμα, καὶ κριθιάσας. κυρίως δὲ πᾶσαι αἱ τροφαὶ ἀκοσταὶ καλοῦνται παρὰ Θεσσαλοῖς, ὡς καὶ Νίκανδρος, παρὰ τὸ ἵστασθαι τὰ σώματα τρεφόμενα. ἐν ἄλλῳ, καιρῷ παραλαβών. βέλτιον δὲ, δυσχεράνας ἐπὶ τῇ τῆς φάτνης στάσει. οἱ δὲ ἀγοστήσας ὁ ῥυπανθείς· ἀγοστὸς γὰρ ὁ ῥύπος. ἢ ἡσυχάσας, παρὰ τὴν ἀκήν. 507. πεδίοιο] ἡ διπλῆ, ὅτι ἐλλείπει ἡ διά, καὶ τὸ κροαίνων οὐκ ἔστιν ἐπιθυμῶν, ὡς Ἀρχίλοχος ἐξέλαβεν, ἀλλʼ ἐπικροτῶν τοῖς ποσὶ διὰ τοῦ πεδίου. ἄλλως. οἱ νεώτεροι ἐπιθυμεῖν τὸ κροαίνειν, καὶ Ἀρχίλοχος. 508. ποταμοῖο] λείπει ὕδατι· ἢ ποταμὸν εἴρηκε τὸ τοῦ ποταμοῦ ὕδωρ. 509. χαῖται] δοκεῖ ἡ κόμη μεγαλοπρεπείας σἰτία εἶναι τοῖς ἵπποις. 510, 511. *ὁ δʼ ἀγλαΐηφι πεποιθώς] πρὸς τὸ σχῆμα, ὅτι ἀντὶ τοῦ τὸν δὲ ἀγλαΐηφι πεποιθότα.