Ancient Greek
1.208 to 1.212
Scholia in Homerum, Scholia in Iliadum 1.208-3-212
Not analysed yet
519. λέξασθαι προτὶ ἄστυ] ὅτι ἀντὶ τοῦ ἐγκοιμηθῆναι. θεοδμήτων δὲ, καθὸ ὑπὸ θεῶν ᾠκοδομήθη τὸ τεῖχος τῆς Ἰλίου. προτὶ ἄστυ] γρ. περὶ ἄστυ. 520. θηλύτεραι] αἱ πρὸς τὰ ἀφροδίσια καταφορώτεραι ὡς πρὸς σύγκρισιν τῶν ἀλόγων ζώων· τὰ μὲν γὰρ ἄλογα ὡρισμένον ἔχει και- ρὸν ἐν ᾧ μίγνυται, αὗται δὲ διηνεκῶς πλησιάζουσιν. 521. *καιόντων] ὅτι ἀντὶ τοῦ καιέτωσαν. 524. ἀθετοῦνται δύο στίχοι, διότι τῇ ἑξῆς οὐδὲν λέγει, καὶ τὸ ὑποτακτικὸν ἄρθρον ἀντὶ προτακτικοῦ παρείληπται, ὃς μέν ἀντὶ τοῦ ὁ μέν. ὁ δὲ νοῦς ἐστὶ τοιοῦτος· περὶ μὲν τῶν νῦν καὶ σήμερον συν- τετέλεσταί μοι ὁ λόγος καὶ οὐδὲν παραλέλειπται· περὶ δὲ τῶν εἰς αὔριον ὑπὸ τὴν ἕω μηνύσω. 526. εὔχομαι ἐλπόμενος] ὅτι Ζηνόδοτος γράφει ἔλπομαι εὐχό- μενος. οὐ κατὰ τὸν Ἕκτορα δὲ τὸν οὕτως ἐπῃρμένον λέγει, ἐλπίζω εὐχόμενος τοῖς θεοῖς· ἐπιεικὲς γάρ· τοὐναντίον γὰρ οἰκεῖον, εὔχομαι ἐλ- πόμενος, καυχῶμαι ἐλπιδοποιούμενος ὑπὸ τοῦ Διὸς καὶ τῶν ἄλλων θεῶν. *οὕτως ἡ γραφὴ, εὔχομαι ἐλπόμενος, οὐ τὸ ἐναντίον.