Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Θ.
Scholia in Homerum, Scholia in Iliadum 1.213-2
Not analysed yet
527. κηρεσσιφορήτους] συνθέτως ἀνέγνω ὁ Ἀρίσταρχος καὶ οἱ πλείους· ἴσως δὲ ἐπεὶ ἀναλύει αὐτό “οὓς κῆρες φορέουσιν” ἔθος γὰρ αὐτῷ πολλάκις τὰ σύνθετα ἀναλύειν. οὐδέποτε δὲ δοτικὴ ἐπεκτεταμένη κατ᾿ ἀρχὴν συντέθειται, οἷον πᾶσι καὶ πάντεσσ—πασιμέλουσα (Od. 12, 70), οὐχὶ παρὰ τὴν πάντεσσι ἡ σύνθεσις· Ναυσικάα, Ναυσίθοος, ἐγχεσίμωροι, τειχεσιπλήτης. κατʼ ἀρχὴν δὲ προσέθηκα διὰ τὸ παρʼ Ἐπιχάρμῳ κατὰ τέλος συντεθειμένον “γυναικάνδρεσσι ποθεινοί.” εἴπερ οὖν τοῦτο ἀληθὲς, δῆλον ὅτι παράλογον τὸ κηρεσσιφορήτους κατὰ σύνθεσιν ἀναγνωσθέν. ἀλλʼ ὅμως ἐπεκράτησεν ἡ Ἀριστάρχειος, διʼ ὃν εἴπομεν λόγον.