Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Κ.
Scholia in Homerum, Scholia in Iliadum 1.21-4
Not analysed yet
38. ὀτρύνεις] ὅτι ἀντὶ τοῦ ὀτρύνων. διῃρημένως δὲ αἱ Ἀριστάρχου τὸ ὀτρυνέεις. ἐπίσκοπον] Ἀρίσταρχος ὡς κατάσκοπον. Νικίας δὲ ἀναστρέφει τὴν ἐπί, ἵνʼ ᾖ ἐπὶ Τρώεσσιν. εἰσὶ δὲ σἳ ἀνεγνώκασιν ἐπίσκοπόν ὡς ἀγακλυτόν, ἵνα παρέλκῃ ἡ ἐπί. ἄμεινον δὲ τῷ Ἀριστάρχῳ συγκα- τατίθεσθαι· καὶ γὰρ ἤδη ἡ συνήθεια ἐπίσταται τὴν τοιαύτην σύνθεσιν. χρὴ δὲ νοεῖν ὅτι πολλὴ ἡ χρῆσις τοῦ ὀνόματος παρὰ τῷ ποιητῇ ἐν ἁπλότητι καὶ ἐν συνθέσει· “δμωάων σκοπός ἐσσι” (Od. 22, 396) “καὶ ἐπίσκοπος ᾗσιν ἑταίρων” (Od. 8, 163).