Ancient Greek
1.22 to 1.32
Scholia in Homerum, Scholia in Iliadum 1.22-2-32
Not analysed yet
41. Δημήτριος ὁ Ἰξίων ἐν ἄλλῳ θρασυκάρδιος. ἀμβροσίην] θείαν, ἐν ᾗ οἱ βροτοὶ οὐ προίασιν. διὰ τοῦτο ἡ νὺξ ἀμβρότη. 43. χρεὼ βουλῆς] χρεία συμβουλῆς τινὸς ἐμοὶ καὶ σοί. ἔστι δὲ σολοικισμὸς παρὰ τὰς πτώσεις, ἀντὶ τοῦ ἐμοὶ καὶ σοί. 44. κερδαλέης] ἐπωφελοῦς, συνετῆς, ὠφελίμου. ἢ πανούργου, παρὰ τὴν κερδώ, ὅ ἐστι τὴν ἀλώπεκα· ἔστι δὲ πανουργότατον τῶν ζῴων. δεῖ, φησὶ, τὰ ἀπὸ τῆς τύχης λειπόμενα ταῖς βουλαῖς ἀντιση- κοῦν. ὅτι περισσὸς ὁ κέν σύνδεσμος, ἢ ῥῆμα ἐνήλλακται, ἀντὶ τοῦ ἥ- τις ἂν ἐρύσσαιτο. καὶ πρὸς τὸ “ἐνθάδε Ζίσυφος ἔσκεν ὁ κέρδιστος” (Il. 6. 153). 45. ἐπεὶ Διὸς ἐτράπετο φρήν] ὅτι φανερῶς ὁ Ζεὺς ἐβοήθει τοῖς Ἕλλησι πρὶν ἱκετευθῆναι ὑπὸ τῆς Θέτιδος· καὶ ὅτι τὸ ἡμιστίχιον ὁ Ζηνόδοτος μετήνεγκεν ἐπὶ τὸν Εκτορος λόγον κατὰ τὴν κόλον μάχην (ll. 8, 501). 46. *θῆχʼ ἱεροῖσιν] ἔν τισι τῶν ὑπομνημάτων εἶχʼ ἱεροῖσιν. 48. μέρμερ’] μερίμνης καὶ φροντίδος ἄξια· καταστρέφει δὲ εἰς τὸ κακά. τὸ δὲ ἐπʼ ἤματι Ἀρίσταρχος διὰ τοῦ ν, ἐν ἤματι, ὁμοίως τῷ “μηνὶ δʼ ἐν οὔλῳ” (Od. 24, 118). 50. *υἱὸς φίλος] λείπει ὑπάρχων. 51, 52. ἀθετοῦνται στίχοι δύο, ὅτι παλιλλογεῖ ταῦτα (διʼ ἄλλων γὰρ προείρηται “ὅσσʼ Ἕκτωρ ἔρεξε Διὶ φίλος υἷας Ἀχαιῶν” )καὶ ὅτι ἐπὶ ταυτὸν φέρει δηθά καὶ δολιχόν. καὶ Ἀριστοφάνης προη- θέτει. 53. Αἴαντα] ὁ μὲν Δίδυμος τὴν Ἀρισταρχείαν γραφὴν λέγει Ἀἴαντε δυικῶς, ὁ δὲ Τήλεφος λέγει κακῶς εἰρηκέναι τὸν Δίδυμον. οὐ γὰρ ἐπʼ ἀμφοτέρους τοὺς Αἴαντας ὁ Μενέλαος πέμπεται. ὅτι ἐκ τούτων καὶ τῶν τοιούτων τὰ περὶ τοῦ ναυστάθμου ὁ Ἀρίσταρχος ἐπραγματεύσατο. ῥητῶς γὰρ λέγεται πλησίον τοῦ Αἴαντος ὁ Ἰδομενεὺς νενεωλκηκέναι. 54. *ἐπὶ νῆας] Ἀρίσταρχος παρὰ νῆας. 55. *γρ. αἴ κ’ ἐθέλῃσι.