Ancient Greek
1.211 to 1.223
Scholia in Homerum, Scholia in Iliadum 1.211-3-223
Not analysed yet
476. ὅτι καὶ ἐν Ἰλιάδι νῦν τὸ προπάροιθν ἐπὶ χρόνου τέταχεν, πρόσθεν ἢ ἰδεῖν τὸν Διομήδη, οὐχ ὡς οἱ χωρίζοντες ἐν Ὀδυσσείᾳ μόνον, ἐν Ἰλιάδι δὲ τοπικῶς. 477. *οὗτός τοι] οὕτως οὗτός τοι· ἄνω δὲ (341) οὗτός τις. 478. *οὕτω πληθυντικῶς οὖς ἐπὶ τῶν ἵππων. *ὅει ἐπίσταται τὸ τοῦ Δόλωνος ὄνομα καὶ ἐνταῦθα. 480. *ὅτι οἱ νεώτεροι μέλεον τὸν ἀτυχῆ, ὁ δὲ Ὅμηρος ἀντὶ τοῦ ματαίως. 485. ὅτι μῆλα οἱ νεώτεροι πάντα τὰ τετράποδα, Ὅμηρος δὲ αἶγας καὶ ὅς· “μῆλʼ ὄιές τε καὶ αἶγες” (Od. 9, 184 et 486.) 486. *ὅτι ἐπεξηγεῖται τίνα τὰ μῆλα. 488. ὄφρα δυώδεκʼ] ὅτι χωρὶς τοῦ Ῥήσου δώδεκα ἑταίρους αὐτοῦ ἀναιρεῖ, ἀλλʼ οὐ σὺν αὐτῷ δώδεκα, ὥς τινες. 489. *πλήξειε] οὕτως Ἀρίσταρχος· ἄλλοι δὲ πλήξασκε. ὅτι ἰδίως προειπὼν ἀτὰρ πολύμητις Ὀδυσσεύς ἐπενήνοχεν αὐτοῦ τὸ ὄνομα, τὸν δʼ Ὀδυσεύς· καὶ ὅτι ὁ δέ σύνδεσμος περιττός. 495. τὸν τρισκαιδέκατον] ὅτι νῦν μὲν τοῖς δώδεκα Θρᾳξὶν ἐπα- ριθμεῖ τὸν Ῥῆσον, πρὸς τὸ “τρεισκαιδέκατον σκοπόν” (561)· καὶ ὅτι ἐν σχήματι ἐξήνεγκε, τὸν τρεισκαιδέκατον τὴν ψυχὴν ἀφείλετο. 496. *κακὸν γὰρ ὄναρ] κακὸς γὰρ αὐτῷ ἐπέστη ὄνειρος ὁ Διομήδης. 497. ἀθετεῖται, ὅτι καὶ τῇ συνθέσει εὐτελής· καὶ μὴ ῥηθέντος δὲ νοεῖται ὅτι ὡς ὄναρ ἐφίσταται τῷ Ῥήσῳ ὁ Διομήδης. καὶ τὸ διὰ μῆτιν Ἀθήνης λυπεῖ· μᾶλλον γὰρ διὰ τὴν Δόλωνος ἀπαγγελίαν. *οὕτε ἐν τῇ Ζηνοδότου οὕτε ἐν τῇ Ἀριστοφάνους ἐφέρετο. 499. ἡ διπλῆ, ὅτι καὶ νῦν ὅμιλον τὸ ἄθροισμα εἶπεν. διὰ τὴν περίστασιν δὲ ἀναγκασθέντες ἐπὶ γυμνοῖς τοῖς ἵπποις καθίζουσιν οἱ ἥρωες, συναρτήσαντες αὐτοὺς τοῖς ἱμᾶσι· καὶ μιμεῖται τὸ γινόμενον ἐν ταῖς ταραχαῖς. 502. ῥοίζησεν] ἀνάρθρως ἐφώνησεν, ὃ ἡμεῖς συρίζειν λέγομεν. καὶ ἀλλαχοῦ δέ φησιν “πολλῇ δὲ ῥοίζῳ πρὸς ὄρος τρέπε πίονα μῆλα (Od. 9, 315).