Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Κ.
Scholia in Homerum, Scholia in Iliadum 1.224
Not analysed yet
505. ῥυμοῦ ἐξερύοι] ὅτι πρὸς ἓν ληπτέον μέρος τὸ λεγόμενον ἐκ τοῦ “ἢ ὅγε δίφρον ἑλὼν ῥυμοῦ ἐξερύοι ἢ ἐκφέροι ὑψόσʼ ἀείρας.” ἔστι γὰρ ἢ τὸν δίφρον ἐκ τοῦ ῥυμοῦ λαβόμενος ἐξέλκοι, ἢ μετέωρον ἄρας ἐξενέγκοι, ὥστε περὶ τοῦ δίφρου μέρος ἔχειν. πρὸς τοῦτο δὲ ἀντιδιέσταλκεν “ἢ ἔτι τῶν πλεόνων Θρῃκῶν.” *ὑψόσ’] διχῶς, ὑψοῦ καὶ ὑψόσε. *ἢ ὅγε δίφρον ἑλὼν ἡ ἐκφέρει ὑψόσ᾿, ἢ ὅτι τῶν πλεόνων] δια- πορητικοὶ οἱ ὕστεροι· διὸ περισπαστέον τὸν δεύτερον, τὸν δὲ πρῶτον καὶ τρίτον ἐγκλιτέον.