Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Λ.
Scholia in Homerum, Scholia in Iliadum 1.212-4
Not analysed yet
495. ἀφυσγετόν] Ἀρίσταρχος ὀξύνει ὁμοίως τῷ ὑετόν, ὁ δὲ Τυραννίων βαρύνει ὁμοίως τῷ ἀτρύγετον. ἔστι δὲ ἐκεῖνο ὑπὲρ τοῦ Ἀριστάρχον λέγειν, ὅτι τὰ ὑπὲρ τρεῖς συλλαβὰς, διὰ τοῦ ετος ἐκφερόμενα, μὴ ἔχοντα παρασχηματισμὸν θηλυκοῦ, ἐπιθετικῶς μὲν λαμβανόμενα τρίτην ἀπὸ τέλους θέλει ἔχειν τὴν ὀξεῖαν, ὤσπερ ἔχει ὁ ἀμαιμάκετος περιμήκετος· τὸ δὲ λαιλαπετός μὴ ὂν ἐπιθετικόν ὠξύνθη, καὶ τὸ Ἰαπετός ἐπὶ κυρίου. εἴπερ οὖν καὶ τὸ ἀφυσγετός οὐκ ἔστιν ἐπιθετικὸν, ὑγιῶς ὀξυτονηθήσεται κατὰ τὸν Ἀρίσταρχον. ἢ εἴπερ αὐτὸ βαρύνομεν, δώσομεν αὐτὸ καὶ ἐπικεῖσθαί τινι.