Ancient Greek
1.213 to 1.226
Scholia in Homerum, Scholia in Iliadum 1.213-3-226
Not analysed yet
502. ὅτι ὁμίλει ἀντὶ τοῦ ἐμάχετο, ἀπὸ τοῦ ὁμοῦ τὰς ἴλας συμβάλλειν. 503. οἱ μὲν πλείους ἀνέγνωσαν νέων ὡς ξένων, ἵνα τῆς οἱ νέοι εὐθείας γενικὴ ὑπάρχοι. ὁ μέντοι Ἀρίσταρχος καὶ Ἀλεξίων καὶ ὁ Ἀσκαλωνίτης περιέσπασαν, ἵνα ἀπὸ τοῦ “τῶν νέες ὠκεῖαι” (Od. 7, 36) ᾖ, ἐπεὶ, φησὶ, νοῦν οὐκ ἔχει τὸ βαρυνόμενον, τὸ μέντοι περισπώμενον, τοιαύτης ὑπαρχούσης τῆς διανοίας, τὰς πρὸ τῶν νεῶν τάξεις. 506. ὅτι μηδὲν προδιασυστήσας κατὰ συμπέρασμα παῦσεν ἀριστεύοντά φησιν. ἡ δὲ ἀναφορὰ πρὸς τὸ “τῷ οὔ πώ τις ὅμοιος ἐπιχθόνιος γένετʼ ἀνὴρ κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας” (Il. 2, 553). 509. μετακλινθέντος] ἀντὶ τοῦ μεταβληθέντος τοῦ πολέμου καὶ ἐπικρατεστέρων γενομένων τῶν Τρώων. 515. ἀθετεῖται, ὅτι οὐκ ἀναγκαία ἡ ἐξαρίθμησις· μειοῖ γὰρ εἰ μόνον ἰοὺς ἐκτάμνειν καὶ φαρμακεύειν οἶδεν. καὶ Ἀριστοφάνης προηθέτει· Ζηνόδοτος δὲ οὐδὲ ἔγραφεν. 519. *γρ. μάστιξεν δʼ ἐλάαν. 523. ὅτι κυρίως λέγει ὁμιλέομεν, ὁμοῦ τὰς ἴλας συμβάλλομεν. 528. κεῖσʼ ἵππους] ὅτι Ζηνόδοτος γράφει κε θʼ ἵππους. γίνεται δὲ ἐν ἐκείνῳ τῷ τόπῳ· τὸ δὲ ἐκεῖσε εἰς ἐκεῖνον τὸν τόπον, ὃ δὴ νῦν ἁρμόζει. 532. λιγυρῇ] τῇ ὀξὺν ἦχον ἀποτελούσῃ, ἢ λιγεῖς καὶ ὀξεῖς τοὺς ἵππους ποιούσῃ κατὰ τὸν δρόμον. ἀίοντες] ὅτι τῷ εἴδει τὸ γένος δεδήλωκε· τὸ γὰρ ἀίοντές ἐστιν ἀκούοντες, θέλει δὲ εἰπεῖν ἐπαισθόμενοι τῆς πληγῆς· ἡ γὰρ ἀκοὴ εἴδός ἐστι τῆς αἰσθήσεως. 536. ἂς ἄρʼ] οὐ χωριστέον τὸν ἑξῆς ἐπιφερόμενον “αἵ τʼ ἀπʼ ἐπισσώτρων.” ὁ γὰρ λόγος οὗτος, ἃς αἱ ῥανίδες ἔβαλλον αἱ ἀπό τε τῶν ἱππείων ὁπλῶν καὶ αἱ ἀπὸ τῶν ἐπισσώτρων. 537. *αἵ τʼ ἀπʼ ἐπισσώτρων] οὕτως κατὰ συναλοιφὴν ἐν ταῖς Ἀριστάρχου. 538. *οὕτως Ἀρίσταρχος, ῥῆξαί τε, διὰ τοῦ τέ. 539. μίνυνθα δὲ χάζετο δουρός] ἐκεῖθεν, ὅπου ἦν ὁ Αἴας, ἔλασσον δόρατος βολῆς ἀνεχώρει. ἐπʼ ὀλίγον, φησὶ, τῆς βολῆς τοῦ δόρατος ὑπεχώρει, ἀντὶ τοῦ οὐδὲ ἐπʼ ὀλίγον, ἀλλʼ ἀεὶ συνεπλέκετο. (Margo exter.) *δουρός] Ἀρίσταρχος δουρί κατὰ δοτικήν. 540. *διὰ τὸν Αἴαντα, ὅπερ καὶ ἐπάγει Αἴαντος δʼ ἀλέεινε καὶ τὰ ἐξῆς.