Ancient Greek
1.214 to 1.217
Scholia in Homerum, Scholia in Iliadum 1.214-2-217
Not analysed yet
528. ἀθετεῖται, ὅτι περισσός· ἐν γὰρ τῷ κηρεσσιφορήτους τὸ αὐτὸ συντόμως εἴρηκεν. ὁ δὲ Ζηνόδοτος οὐδὲ ἔγραφεν αὐτόν. 529. *ἐπὶ νυκτί] γράφεται ἐπὶ νύκτα. 532. ὅτι τὸ εἴσομ αι πολλὰ σημαίνει, νῦν μὲν γνώσομαι, ἐν ἄλλοις δὲ πορεύσομαι (“εἴσομαι ἐξ ἁλόθεν” Il. 21, 335), καὶ ἀντὶ τοῦ ἐφάνη· “εἴσατο ὡς ὅτε ῥινεός” (Od. 5, 281). 534. *φέρωμαι] ἐν ἄλλῳ φεροίμην.