Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Β.
Scholia in Homerum, Scholia in Iliadum 1.220
Not analysed yet
397. ὅτι οὐ γραπτέον, ως τινες, γένηται· ὁμηρικώτερον γὰρ οὕτως λέγειν, γένωνται τὰ κύματα, ὡς σπάρτα λέλυνται. οὕτως γένωνται αἱ Ἀριστάρχου. τοῦτο δὲ καὶ ὁ ἐκ τῶν ὑπομνη- μάτων λόγος ὑπόκειται ἔχων τῇδε· ἐπὶ τῶν κυμάτων λέγει τὸ γένωνται. τῷ τοιούτῳ πλεονάκις κέχρηται, ὥστε καὶ ἐπὶ τῶν οὐδε- τέρων τὰ πληθυντικὰ παραλαμβάνει. μεταποιοῦσι δέ τινες γένηται, οὐκ ὀρθῶς. ταῦτα ὁ Δίδυμος.