Ancient Greek
1.217 to 1.219
Scholia in Homerum, Scholia in Iliadum 1.217-219
Not analysed yet
388. *τελαμών] ὅτι ἐκ τελαμώνων ἀνῆπτον τὰς ἀσπίδας. τελαμὼν ὁ ἀναφορεὺς τῆς ἀσπίδος, ὅ ἐστι πλατὺς ἱμὰς, ἀφʼ οὗ ἡ ἀσπὶς ἤρτηται. ἔστι δὲ καὶ ἔτερος τελαμὼν τοῦ ξίφους. 389. *ἀμφιβρότης] ὅτι περιφερεῖς καὶ ἀνδρομήκεις αἱ ἀσπίδες. ἐν τῇ συνθέσει προσλαμβάνει τὸ βροτός ὡς κεχρεωστημένον τὸ μ. τοῦτο δὲ οὐχ οὕτως. 393. προπερισπαστέον τὸ ἐσσεῖται· οὐ γὰρ προπαροξυντέον, ὥς τινες, ἐπεὶ Δώριον· ἤδη γὰρ πολλὴ χρῆσις τῶν τοιούτων παρὰ Ἀτ- τικοῖς. ὁ λόγος, τῷ θέλοντι φυγεῖν τὸν πόλεμον οὐχ ἱκανὸν οὐδὲ αὔταρκες γενήσεται πρὸς τὸ μὴ ὑπὸ κυνῶν καὶ σαρκοφάγων ὀρνέων διασπασθῆναι.