Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Θ.
Scholia in Homerum, Scholia in Iliadum 1.222-2
Not analysed yet
553. ἐπὶ πτολέμοιο γεφύρῃ] προηγουμένως μὲν τοῖς ἑξῆς συν- απτέον· τὸν γὰρ τόπον ἐν ᾧ ἡ τοῦ πολέμου συμβολὴ γίνεται, γέφυ- ραν εἶπε πολέμου, ἢ τὰς διαβάσεις αὐτὰς, αἷς ἐν τοῖς πολέμοις ἐχρῶντο. λόγον δὲ ἔχει καὶ τοῖς ἄνω συνάπτειν, ἵνʼ ᾖ περίφρασις, πολέμοιο γεφύρῃ ἀντὶ τοῦ τῷ πολέμῳ· ὁ δὲ λόγος, μέγα φρονοῦντες ἐπὶ τῷ πολέμῳ, τουτέστι τῷ κεκρατηκέναι κατὰ τὸν πόλεμον. *γρ. γεφύρῃ.