Ancient Greek
1.223 to 1.224
Scholia in Homerum, Scholia in Iliadum 1.223-224
Not analysed yet
555. φαεινήν] οὕτως οὐ τὴν τότε οὖσαν φαεινὴν, ἀλλὰ τὴν καθό- λου φαεινὴν, ἀεὶ δὲ τὰ φαινόμενα ἐν οὐρανῷ φησὶ καὶ οὐκ Ὀλύμπῳ. 557. ἀθετεῖται ὅτι οἰκειότερον ἔχει κατὰ τὴν Πατρόκλου ἐπιφά- νειαν (Il. 16, 299). καὶ ὁ ἑξῆς δὲ συναθετεῖται αὐτῷ. ἐκεῖ γὰρ αἰφνίδιον βούλεται ἐπίλαμψιν παραστῆσαι αἰφνιδίως Πατρόκλου ἐπιφανέντος, ἐνταῦθα δὲ παρατεταμένην νηνεμίαν κατʼ εὐδίαν. οὐκ ἐφέροντο δὲ οὐδὲ παρὰ Ζηνοδότῳ. ἠθέτει δὲ καὶ Ἀριστοφάνης. πρώονες] ὡς σώφρονες· τὸ γὰρ πρῶνες πληθυντικὸν διῃρέθη, καὶ εἰς ὀξεῖαν καὶ βαρεῖαν ἡ περισπωμένη μετηνέχθη.