Ancient Greek
1.222 to 1.224
Scholia in Homerum, Scholia in Iliadum 1.222-3-224
Not analysed yet
443. μύθων τε ῥητῆρʼ ἔμεναι] τὸν τῶν λόγων ῥήτορα διδάσκειν σε εἶναι καὶ δραστήριον ἐν τοῖς ἔργοις. σημείωσαι ὅτι τὸ ὁμοιοτέλευτον ἔφυγεν ὁ ποιητὴς, μεταβαλὼν τὴν φράσιν· οὐ γὰρ εἶπε μύθων τε ῥητῆρα καὶ ἔργων πρηκτῆρα· καὶ ὅτι πάντων διδακτικὸν εὐβουλία. 446. *ἡβώοντα] οὕτως διὰ τοῦ ω καὶ ο αἱ Ἀριστάρχου. ὅτι οὐ λέγει νέον κατὰ τὴν ἡλικίαν, ἀλλὰ κατὰ μεσότητα, ἀντὶ τοῦ νεωστὶ ἡβῶντα. 447. Ἑλλάδα] ὅτι πάλιν τὴν Θετταλικὴν πόλιν οὕτως εἶπεν· καὶ ὅτι Ζηνόδοτος τοῖον ὅτε πρῶτον, ἐξ οὗ φανερός ἐστι τὸ νέον ὀνοματικῶς δεδεγμένος.