Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Ι.
Scholia in Homerum, Scholia in Iliadum 1.225-3
Not analysed yet
448. φεύγων νείκεα πατρὸς] Φοῖνιξ ὁ Ἀμύντορος ἐξέπεσε τῆς οἰκείας γῆς διʼ αἰτίαν τοιαύτην. τοῦ πατρὸς αὐτοῦ παλλακίδα μὲν ὀνόματι Κλυτίαν ἀγαπῶντος, Ἱπποδάμειαν δὲ, ἐξ ἧς τὸν Φοίνικα ἔτεκε, στυγοῦντος, δεηθείσης τῆς μητρὸς τῇ παλλακίδι τοῦ πατρὸς Κλυτίᾳ ἐμίγη. γνοὺς δὲ ὁ Ἀμύντωρ ἐπηράσατο τῷ παιδὶ τέκνων ἀγονίαν. δείσας τε Φοῖνιξ τόν τε πατέρα καὶ τὰς ὑπʼ αὐτοῦ γενο- μένας ἀρὰς φεύγει πρὸς Πηλέα, ὅστις ὑποδεξάμενος αὐτὸν διὰ τὴν συγγένειαν δίδωσιν αὐτῷ τὴν Δολοπίαν χώραν, καὶ Ἀχιλλέα τὸν υἱὸν μικρὸν ὄντα εἰς ἀνατροφὴν παραδίδωσιν. ἡ ἱστορία παρὰ τῷ ποιητῇ· παρὰ γὰρ τοῖς τραγικοῖς παραλλάσσει.