Ancient Greek
Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.
Scholia in Homerum, Scholia in Iliadum 1.225
Not analysed yet
364. *ὅτι τὸ βαρυστενάχων κατὰ βαρεῖαν τάσιν. βαρύνεται ἡ μετοχή. διδασκόμεθα δὲ ἐξ ἐκείνου “τοὺς δὲ βαρὺ στενάχων μετέφη κρείων Ἀγαμέμνων, χειρὸς ἔχων Μενέλαον· ἐπε- στενάχοντο δʼ ἑταῖροι.” ἡ γὰρ ἐπίζευξις τοῦ ἐπεστενάχοντο διδάσκει ὅτι καὶ τὸ στενάχω βαρύνεται· εἰ γὰρ ἦν περισπώμενον, ἐστεναχοῦντο ἐγίνετο ὡς ἐνενοοῦντο. καὶ ἡ κλίσις δὲ τοῦτο δείκνυσι· “βαρὺ δὲ στενάχοντος ἄκουσα” (Od. 8, 95.) οὐχὶ στεναχοῦντος. καὶ ἡ δοτική “τῷ δὲ βαρὺ στενάχοντι”