Ancient Greek
1.212 to 1.224
Scholia in Homerum, Scholia in Iliadum 1.212-224
Not analysed yet
341. χρειῶ] ὡς Κλειώ· καὶ γὰρ χρειοῖ ἀναγκαίῃ (Il. 8, 57) ὡς Κλειοῖ. 342. *ὀλοιῇσι] πλεονασμῷ τοῦ ι. 343. νοῆσαι ἅμα πρόσσω] διασταλτέον ἐπὶ τὸ ὀπίσσω, ἴσως δὲ καὶ ἐπὶ τὸ νοῆσαι, ἵνʼ ᾖ ὅππως οἱ παρὰ νηυσὶ σόοι μαχέοιντο ἅμα πρόσσω καὶ ὀπίσσω, καὶ νῦν καὶ ὕστερον. ἢ καὶ ἑτέρως, ἐκ τῶν ἔμπροσθεν στοχάσασθαι τὰ ὕστερα. ἢ ἐν ἀμφιβολίᾳ· κἀν τῇ Γ (109) ἐστὶν “οἷς δʼ ὁ γέρων μετέῃσιν ἅμα πρόσσω καὶ ὀπίσσω.” 349. δακρύσας ἑτάρων] βραχὺ διασταλτέον ἐπὶ τὸ δακρύσας· μᾶλλον γὰρ σαφηνίζει τὰ πράγματα. 350. *οὕτως ἀπείρονα, οὐκ οἴνοπα, ἡ Ἀριστάρχον. 351. *χεῖρας ὀρεγνύς] ὅτι Ζηνόδοτος γράφει χεῖρας ἀναπτάς. 353. *ὄφελλεν] ὄφειλεν ὄφελλεν, Αἰολικῶς, ὡς χεῖρες χέρρες. ὁ Ὄλυμπος ὄρος τῆς Μακεδονίας, ὑψηλότατον, ἱερὸν καὶ οἰκητή- ριον τῶν θεῶν. ἀλληγορικῶς δὲ ὁ οὐρανός. 354. ὑψιβρεμέτης] βρόμος κυρίως ὁ τοῦ πυρὸς ἦχος. ὅθεν καὶ τὸν ἀπὸ πυρὸς Διόνυσον Βρόμιον καλοῦσιν. 356. *ἠτίμησεν] τῶν σπανίων ἡ τομὴ κατὰ τὸν ἕβδομον χρόνον. 357. πότνια] σεπτή· οἱ γὰρ σεβόμενοι προσπίπτουσι τοῖς ἕθεσι τῶν θεῶν. ἢ παρὰ τὸν πότμον, ἡ εὐτυχής· ὅς ἐστιν ἀπὸ τοῦ πεσεῖν παρὰ ποσὶ γυναικός. καὶ ποτνιᾶσθαι δὲ τὸ προσπίπτειν καὶ παρα- καλεῖν. 358. παρὰ πατρὶ γέροντι] τῷ Νηρεῖ. τὸν δὲ Νηρέα οἱ ποιηταὶ παριστῶσιν ἡμῖν δαίμονα θαλάσσιον, ἀφʼ οὗ καὶ Δωρίδος τῆς Ὠκεανοῦ αἱ Νηρεΐδες. 361. στικτέον ἐπὶ τὸ κατέρεξεν καὶ ἔφατʼ καὶ ὀνόμαζεν· ἡ περίοδος γὰρ καθʼ ἑαυτὴν ἑκάστη. 363. ἵνα εἴδομεν] προπαροξύνεται τὸ εἴδομεν, ἀπὸ βαρυτόνου τοῦ εἴδω. οὐ θαῦμα δὲ, εἰ τὸ αὐτὸ καὶ ὡς βαρύτονον καὶ ὡς περισπώμενον κλίνει. ἢ ὅτι ἀνθʼ ὑποτακτικοῦ ἐστὶ καὶ ἡ συστολὴ ἀνέδωκε τὸν τόνον· οὐ γὰρ παροξύνομεν κατὰ τὸν Πάμφιλον.