Ancient Greek
Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.
Scholia in Homerum, Scholia in Iliadum 1.227
Not analysed yet
366. ᾠχόμεθ᾿ ἐς Θήβην] ὁ τρόπος ἀνακεφαλαίωσις. τέσσαρες δὲ διηγήσεων ἰδέαι· ὁμιλητικὴ, ὡς ὅταν παρά τινός τις ἀκούσας πάλιν αὐτὰ διηγῆται ἃ ἤκουσεν, ὡς τὸ “πολλάκι γὰρ σέο πατρός” (396). τὸ δὲ ἀπαγγελτικὸν, ὅταν ἃ παῤ ἑτέρου ἤκουσεν ἑτέρῳ διηγῆται, ὡς τὸ “ἀγγελίην τινά τοι, γαιήοχε” (Il. 15, 174). τὸ δὲ ὑποστατικὸν, ὅταν τινὰ τῶν πραγμάτων ἀπαγγεῖλαι ὑποθέμενοι διηγώμεθα, ὡς τὸ “ὡς ὁπότʼ λείοισι καὶ ἡμῖν νεῖκος ἐτύχθη” (Il. 11, 671). τὸ δὲ μικτὸν ἐξ ὁμιλητικοῦ καὶ ὑποστατικοῦ, ὡς τὸ “ἀλλὰ σὺ τόν γʼ ἐλθοῦσα, θεὰ, ὑπελύσαο δεσμῶν” (401). ᾠχόμεθ᾿ ἐς Θήβην] νῦν λέγει τὰς Ὑποπλακίους, ὧν ἐβασί- λευσεν Ἠετίων ὁ Ἀνδρομάχης πατήρ. Κίλικες ἔθνος βάρβαρον τῆς Ὑποπλάκου Θήβης· τούτων ἦρχεν Ἠετίων ἔχων υἱοὺς ἑπτὰ, θυγατέρα δὲ τὴν Ἀνδρομάχην τὴν γαμη- θεῖσαν Ἕκτορι τῷ υἱῷ Πριάμου. κατὰ δὲ τοὺς Τρωϊκοὺς πολέμους ἐπιστρατεύσας Ἀχιλλεὺς τῇ Θήβῃ, καὶ τὴν πόλιν πορθήσας τόν τε Ἠετίωνα ἀνεῖλε σὺν τοῖς τέκνοις, μεθʼ οὓς Λυρνησσὸν πορθήσας καὶ τὴν πόλιν ἐξελὼν αἰχμάλωτον ἦγεν ἐκ Λυρνησσοῦ μὲν Βρισηίδα, ἣν γέρας αὐτῷ ἐψηφίσαντο Ἕλληνες, ἀπὸ δὲ τῆς Χρύσης Χρυσηΐδα τὴν Χρύσου τοῦ ἱερέως τοῦ Ἀπόλλωνος θυγατέρα, ἣν Ἀγαμέμνων κλήρῳ λαχὼν τῷ πατρὶ δεομένῳ οὐκ ἀπέδωκεν· ἐξ οὗ ὀργισθεὶς ὁ θεὸς ἔπεμψε τοῖς Ἕλλλησι λοιμικὴν νόσον. ἔνιοι δέ φασιν ὅτι καὶ ἡ Χρυσηῒς ἐκ Θηβῶν ἐλήφθη· τῆς γὰρ Χρύσης, φασὶν, οὔσης πολιχνίου ἀτειχίστου καὶ εὐτελοῦς, ὡς ἐν ἀσφαλεστέρᾳ καὶ μείζονι τῇ Θήβῃ οἱ ἀπʼ αὐτῆς προσερρυηκότες ἦσαν διὰ τὸν πόλεμον. τρεῖς γάρ εἰσι Θῆβαι, αἱ Ὑποπλάκιοι, ὧν ἐνταῦθα μέμνηται καὶ ἐν τῇ Ζ, καὶ αἱ Καδμεῖαι, ὧν μέμνηται ἐν τῇ Δ. καὶ ἐν τῇ Ε, καὶ αἱ τῆς Αἰγύπτου, ὧν μνημονεύει ἐν τῇ I.