Ancient Greek
Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.
Scholia in Homerum, Scholia in Iliadum 1.228
Not analysed yet
368. τοῦ σφίσι τὴν πρώτην ὀξυτονητέον, ἐπειδήπερ εἰς σύνθετον ἡ μετάληψις, εἰ καὶ οὐκέτι διηνεκὴς ὁ λόγος· ἔστι γάρ τινα ἐναντιούμενα· “τοὺς δʼ ἄναγον ζῳοὺς σφίσιν ἐργάζεσθαι ἀνάγκῃ” (Od. 17, 441)· “σφίσι δʼ αὐτοῖς δαῖτα πένεσθαι” (Od. 4, 683). καὶ ὅτι μετὰ προθέσεώς ἐστιν. ὅταν γὰρ πρόθεσις ᾖ μετὰ ἀντωνυμίας, ὀρθοτονεῖται ἡ ἀντωνυμία· “σὺν σοὶ, δῖα θεά” (Il. 10, 290)· “προτὶ οἷ δʼ ἔλαβ᾿ ἔντεα” (Il. 20, 418)· “κατὰ σφέας γὰρ μαχέοιντο” (Il. 2, 366)· “ἀπὸ ἕο κάββαλεν” (Il. 5, 343)· “ἀμφὶ ἓ παπτήνας” (Il. 4, 497), τοῦ “ἆλτ᾿ ἐνὶ οἷ μεμαώς” (Il. 21, 174) ζήτησιν ἔχοντος.