Ancient Greek
1.227 to 1.229
Scholia in Homerum, Scholia in Iliadum 1.227-2-229
Not analysed yet
422. αὗ ἔρυσαν] ὅτι τὸ αὗ ἔρυσαν ἀντὶ τοῦ εἰς τοὐπίσω ἀνέκλασαν, ὃ ποιοῦσιν οἱ σφάζοντες. 424. πρὸς τὸ ὠμοθέτησαν, ὅτι ἐστὶν ἀπὸ τῶν μελῶν τῶν ὠμῶν ἀπάρξασθαι καὶ εἰς τὸν ἐπίπλουν ἐνθέντας ἱερεῦσαι. 427. μῆρʼ ἐκάη] Πτολεμαῖος ἀπὸ τοῦ κ τὴν ἀρχὴν ποιεῖται, μῆρε παραλαμβάνων, εἶτα κάη, ἵνα, φησὶν, ἰωνικώτερον γένηται. τοῦτο δὲ οὐ συνεκτικὸν, ὥσπερ εἶπον ἐντελῶς, ὁπότε διέλαβον ἐπὶ τοῦ “ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρίʼ ἔκηα” (Il. 1, 40), εἴ γε ἤδη οἶδε καὶ τὰ μῆρα. “μῆρα δὲ κείαντες” (Od. 13, 26). *ἐπάσαντο] Ἀρίσταρχος Ἰακῶς πάσαντο.