Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Β.
Scholia in Homerum, Scholia in Iliadum 1.230
Not analysed yet
435. μηκέτι νῦν δήθʼ αὖθι λεγώμεθα] οὕτως αἱ Ἀριστάρχου λέ- ξεις ἐκ τοῦ β´ τῆς Ἰλιάδος· δηθά πολὺν χρόνον, αὖθι αὐτοῦ, λεγώ- μεθα συναθροιζώμεθα. ὁ δὲ λόγος τοιοῦτος· μηκέτι νῦν ἐπὶ πολὺν χρόνον αὐτοῦ συνηθροισμένοι μένωμεν. Ζηνόδοτος δὲ ποιεῖ μηκέτι νῦν ταῦτα λεγώμεθα. Καλλίστρατος δὲ ἐν τῷ α´ περὶ Ἰλιάδος οὕτως προφέρεται, μηκέτι δὴ νῦν αὖθι λεγώμεθα· καὶ ἔστιν εὐφραδὴς μᾶλ- λον, ἀλλʼ οὐκ Ἀριστάρχειος. ταῦτα ὁ Δίδυμος. *λεγώμεθα ἀντὶ τοῦ ἀναλεγώμεθα. ὅτι Ζηνόδοτος γράφει ταῦτα λεγώμεθα. ὁ δὲ Ὅμηρος εἴωθε λέ- γειν, ὅταν πολλὰ προειρήμενα ᾖ, ὡς ἐπʼ Αἰνείου καὶ Ἀχιλλέως “ἀλλʼ ἄγε μηκέτι ταῦτα λεγώμεθα (Il. 20, 244). στρατηγικὴ ἡ παραγγελία, χρόνου φείδεσθαι· οὔτε γὰρ παρελ- θόντα ἀνακαλεῖσθαι οὔτε αἰτήσαντες λαβεῖν αὐτὸν δυνάμεθα. ἐρωτη- θεὶς γοῦν Αλέξανδρος πῶς τῆς Ἑλλάδος ἐκράτησε, μηδὲν ἀναβαλλό- μενος, εἶπεν. διὰ τοῦ ξ τὸ ἐγγυαλίζει αἱ Ἀριστάρχειοι, καὶ Ἀπολλώνιος δὲ ὁ Ῥόδιος ὁμοίως προφέρεται, καὶ ἡ Ἀριστοφάνους.