Ancient Greek
1.227 to 1.233
Scholia in Homerum, Scholia in Iliadum 1.227-3-233
Not analysed yet
776. *ἠέρα πουλὺν] ὅτι ἀντὶ τοῦ πολλὴν σκοτίαν. 784. *στᾶσʼ] περισπαστέον· ἔστι γὰρ τὸ πλῆρες στᾶσα. 785. Στέντορι] τινὲς αὐτὸν Θρᾷκά φασιν, Ἑρμῇ δὲ περὶ μεγα- λοφωνίας ἐρίσαντα ἀναιρεθῆναι, αὐτὸν δὲ εὑρεῖν καὶ τὴν διὰ κόχλου γραφήν. τινὲς δὲ Ἀρκάδα φασὶν εἶναι τὸν Στέντορα, καὶ ἐν τῷ κατα- λόγῳ πλάττουσι περὶ αὐτοῦ στίχους. ἔν τισι δὲ οὐκ ἦν ὁ στίχος διὰ τὴν ὑπερβολήν. *ὅτι ἐνταῦθα μόνον μνημονεύει τοῦ Στέντορος. 787. *ἐλέγχεα ὡς τείχεα· οὐ γὰρ νῦν ἐπιθετικόν. *εἶδος ἀγητοί] τῷ εἴδει μόνον θαυμαστοί. *Ἀρίσταρχος κακελεγχέες· τὸ δὲ ἑξῆς διχῶς, εἶδος ἄριστοι καὶ εἶδος ἀγητοί. 795. *ὅτι ἰδίως εἴρηκεν ἀντὶ τοῦ ὃ βαλὼν ἕλκος ἐποίησεν. 796. *ὅτι τελαμῶσιν ἐπὶ τῶν ἀσπίδων ἐχρῶντο. 797. *Ἀρίσταρχος τῷ τείρετο, ἄλλοι δὲ τῷ τρίβετο.