Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Ε.
Scholia in Homerum, Scholia in Iliadum 1.226-3
Not analysed yet
774. ᾗχι ῥοάς] ὅτι τὸ κατʼ ἀμφοτέρων ῥῆμα μεταξὺ τῶν ὀνομά- των τέταχεν· ἔδει γὰρ “ᾗχι ῥοὰς Σιμόεις καὶ Σκάμανδρος συυ- βάλλετον.” τούτῳ δὲ τῷ ἔθει πεπλεόνακε καὶ Ἀλκμάν· διὸ καὶ καλεῖται Ἀλκμανικὸν, οὐχ ὅτι αὐτὸς πρῶτος ἐχρήσατο, ἀλλʼ ὅτι τῷ τοιούτῳ ἔθει πεπλεόνακεν. τὸ δὲ σχῆμα προεπίζευξις· προθεὶς γὰρ ἓν ὄνομα δυϊκὸν ἐπάγει πληθυντικὸν, καὶ λοιπὸν ἀναπληροῖ τῇ ἐπαγυγῇ· “ἦ μὲν δὴ θάρσος μοι” (Od. 14, 216) “ἔνθα μὲν εἰς Ἀχέροντα” (Od. 10, 513) “εἰ δέ κʼ Ἄρης ἄρχωσι μάχης (Il. 20, 138). ἀλλαχοῦ δὲ “μεσσηγὺ Σιμόεντος ἰδὲ Ξάνθοιο ῥοάων” (Il. 6, 4).