Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Ι.
Scholia in Homerum, Scholia in Iliadum 1.228-2
Not analysed yet
453. τῇ πιθόμην] Ἀριστόδημος ὁ Νυσαιεὺς, ῥήτωρ τε ἄμα καὶ γραμματικὸς, φεύγων τὸ ἔγκλημα, ἐπενόησε γράφειν “τῇ οὐ πι- θόμην οὐδʼ ἔρξα.” καὶ οὐ μόνον γε ηὐδοκίμησεν, ἀλλὰ καὶ ἐτι- μήθη ὡς εὐσεβῆ τηρήσας τὸν ἥρωα. πρὸ δὲ αὐτοῦ Σωσιφάνης τὴν τοιαύτην εὗρε γραφήν. καὶ Εὐριπίδης δὲ ἀναμάρτητον εἰσάγει τὸν ἥρωα ἐν τῷ Φοίνικι. ταῦτα ἱστορεῖ Ἁρποκρατίων ὁ Δίου διδάσκαλος ἐν ὑπομνήματι τῆς Ἰ.