Ancient Greek
1.229 to 1.236
Scholia in Homerum, Scholia in Iliadum 1.229-2-236
Not analysed yet
454. Ἐρινῦς] καταχθόνιοι δαίμονες, τιμωροὶ τῶν πατρικῶν ἀσε- βημάτων. τρεῖς δέ εἰσιν, Ἀληκτὼ Τισιφόνη Μέγαιρα. εἴρηνται δὲ παρὰ τὸ ἐκ τῆς ἔρας, ὅ ἐστι τῆς γῆς, εἶναι. 455. *ὅτι τινὲς γράφουσιν ἐμοῖσιν. λέγει δὲ οὐ περὶ ἑαυτοῦ ὁ Φοῖνιξ, ἀλλὰ περὶ τοῦ Ἀμύντορος. *οὕτως διὰ τοῦ ε ἐφέσσεσθαι. 456. θεοὶ δʼ ἐτέλειον ἐπαράς] ὡς μηδὲ ἄκοντας ἀδικεῖν γονεῖς· διὸ οὐδὲ περὶ τοῦ φόνου τῆς Κλυταιμνήστρας φησίν. ἐπαράς] εἴτε παρέλκει ἡ ἐπί, φυλαχθήσεται ὁ τόνος ὁ αὐτὸς, ὡ- “ἐπιβουκόλος ἀνήρ” (Od. 3, 422) καὶ ἐπισμυγερῶς (ib. 195)· εἶτε τὸ ἑξῆς ἐστὶν ἐπετέλουν, οὐκ ἀναστραφήσεται πάλιν, καθότι αἱ συνα- λειφθεῖσαι οὐκ ἀναστρέφονται, σεσημειωμένου ἐκείνου “στεῦτο γάρ Ἡφαίστοιο πάρʼ οἰσέμεναι” (Il. 18, 191). 457. *Σεύς τε καταχθόνιος] ὅτι καταχθόνιον Δία τὸν Ἄιδην λέγει. ʼ ἐπαινὴ] ἐπίφοβος, δεινή· αἰνὸν γὰρ τὸ δεινόν. ἢ ἣν οὐκ ἄν τις ἐπαινήσειεν· ἀντίφρασις ὁ τρόπος. ἢ ὑπερβολικῶς, ἣν ἄν τις ἐπαινῶν παραιτήσαιτο. 462. *ἔνʼ ἐμοί] γρ. ἔνθα μοι. 464. Διονύσιος ὁ Θρᾷξ ἐν τῷ πρὸς Κράτητα διὰ τῆς ἱπποδρομίας (Il. 23, 643) φησὶ γεγραμμένου ἀντιόωντες μεταθεῖναι τὸν Ἀρί- σταρχον ἀμφὶς ἐόντες. ὅτι ἠγαπημένος ἦν διὰ τὴν σπουδὴν, ὁ δὲ πατὴρ ἦν ὀργιζόμενος διὰ τὸν ἔρωτα. ἀνεψιὸς δὲ Φοίνικος Εὐρύ- πυλος. *ἐν ἄλλῳ ἐγγὺς ἐόντες. 468. *τανύοντο] ἐκτείνονται γὰρ τῷ πυρί. 470. εἰνάνυχες ὡς μονώνυχες, ἀπʼ εὐθείας τῆς εἰνάνυξ. εἰ δέ τινα τὸ ἐπιφερόμενον ταράσσει παρὰ νύκτας ἴαυον, ἴστω τι σύν- ηθες οὕτως πολλὰ λέγειν τῷ ποιητῇ, ποδάνιπτρα ποδῶν (Od. 19, 343), οἶνον ἐνοινοχοεύοντες (Od. 3, 472).