Ancient Greek
Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.
Scholia in Homerum, Scholia in Iliadum 1.235
Not analysed yet
396. πολλάκι γάρ σεο] Ἀρίσταρχος ἐγκλιτικὴν παρέλαβε τὴν ἀντωνυμίαν, λέγων τὸ δηλούμενον εἶναι τοιοῦτο, πολλάκις γάρ σου ἐν τοῖς τοῦ πατρός μου δόμοις ἤκουσα καυχωμένης. ἐὰν γὰρ, φησὶ, κατʼ ὀρθὸν τόνον ἀναγνῶμεν, ἔσται ἐν τοῖς τοῦ Νηρέως οἴκοις ὁ Ἀχιλλεὺς αὐτῆς ἀκηκοώς· ταύτην δὲ τὴν ἱστορίαν οὐκ οἶδεν Ὅμηρος. τοσαῦτα ὁ Ἀρίσταρχος καὶ οἱ ἀπʼ αὐτοῦ. Πτολεμαῖος δὲ συγκατα- τίθεται μὲν τῇ ἐγκλιτικῇ ἀναγνώσει, οὐ μὴν τῇ προκειμένῃ αἰτίᾳ, εἴ γε ἤδη καὶ αὐτὸς ὁ Ἀρίσταρχος τὸ τοιοῦτο, φησί, παρεφύλασσεν, ὡς ὅτι ταῖς μὲν πρωτοτύποις οὕτως χρῆται κατὰ γενικὴν, ἐμέο ἐμεῖο ἐμεῦ ἐμέθεν, ὁμοίως δὲ καὶ ἐπὶ δευτέρου καὶ τρίτου, ταῖς δὲ κτητι- καῖς ἤτοι ἐμοῦ ἢ ἐμοῖο, σοῦ σοῖο. ἐγίνετο οὖν, εἴπερ ἦν κτητικὴ, σοῖο, ὥστε κἂν ὀρθοτονήσωμεν τὴν σέο, οὐ δύναται ἀμφιβολος καθίστασθαι· ἡ γὰρ γραφὴ διελέγχει ὅτι πρωτότυπός ἐστιν. ἐγέ- νετο οὖν ἐγκλιτικὴ ἡ ἀνάγνωσις, ἐπειδήπερ ἁπλῆ ἐστὶ καὶ οὐκ ἔχει- ἀντιδιαστολήν· καἰ ἐπεκράτησεν ἡ ἀνάγνωσις. ἡ διπλῆ δὲ, ὅτι ἀπὸ τούτου τοῦ στίχου ἕως “τοῦ τὸν καὶ ὑπέδδεισαν” (406) Ζηνόδοτος ἀθετεῖ. βραχὺ δὲ διασταλτέον μετὰ τὴν ἀντωνυ- μίαν· τὸ γὰρ ἑξῆς ἐστὶ πολλάκι γάρ σου ἤκουσα.