Ancient Greek
1.229 to 1.234
Scholia in Homerum, Scholia in Iliadum 1.229-234
Not analysed yet
374. *λίσσετο] οὕτως Ἰακῶς τὸ λίσσετο. 381. ἐπεὶ μάλα οἱ φίλος ἦεν] Σέλευκός φησιν ἐν τῇ Κυπρίᾳ καὶ Κρητικῇ, ἐπεί ῥά νύ οἱ φίλος ἦεν. καὶ Θεαγένης δὲ οὕτως προφέρεται. ἀπίθανον γὰρ τὸ ὁ δέ νυ λίαν φίλος ἦεν. 383. ἐπασσύτεροι] Αἰολικόν ἐστιν. ἆσσον ἀσσότερος ἀσσύτερος, ὡς ὄνομα ὄνυμα, καὶ ἐπασσύτερος. 388. ἀμφίβολος ἡ στιγμὴ διὰ τὸ ὅ μόριον, ἐπεὶ καὶ αὐτὸ ἀμ- φίβολον. ὅμως δὲ εἰς τὸ ὅς ὑποτακτικὸν ἄρθρον αὐτὸ μεταληπτέον. 392. κούρην Βρισῆος] ἔοικε πατρωνυμικῶς τὰ ὀνόματα αὐτῶν σχηματίζειν ὁ ποιητὴς, καὶ οὐ κυρίως· ὡς γὰρ ἄλλοι ἀρχαῖοι ἱστο- ροῦσιν, ἡ μὲν Ἀστυνόμη ἐκαλεῖτο, ἡ δὲ Ἱπποδάμεια. ὁ δὲ τρόπος ἀντωνομασία. 393. *ὑποστικτέον ἐπὶ τὸ γε, στικτέον δὲ κατὰ τὸ τέλος τοῦ στίχου. ἑῆος] ὅτι Ζηνόδοτος γράφει ἑοῖο.