Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Ι.
Scholia in Homerum, Scholia in Iliadum 1.237
Not analysed yet
472. ὑπʼ αἰθούσῃ] διὰ τῆς ἐν προθέσεως, ἐν αἰθούσῃ, αἱ Ἀρι- στάρχου· συνάδει καὶ τὸ ἑξῆς “ἄλλο δʼ ἐνί προδόμῳ.” αἴθουσαι δὲ αἱ ὑπὸ ἡλίου καταυγαζόμεναι στοαὶ, παρὰ τὸ αἴθεσθαι, ὅ ἐστι καί- εσθαι. διέχεεν δὲ τὴν τάξιν. θάλαμος μὲν γὰρ ὁ ἔσω οἶκος τῆς αὐ- λῆς, τὸ δὲ πρὸ αὐτοῦ πρόδομος· αἴθουσα δὲ περίστυλον, τουτέστι πρὸς ἥλιον τετραμμένη στοά. *ἕτερον] ἄλλο παρὰ τὸ τοῦ θαλάμου.