Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Κ.
Scholia in Homerum, Scholia in Iliadum 1.239-2
Not analysed yet
546. *οὕτως σφωέ διὰ τοῦ ε καὶ πόρεν Ἰακῶς. οὕτως καὶ Ἀρίσταρχος καὶ Ἡρωδιανός. τὸ ῥῆμα ἀπὸ τοῦ π ἄρχεται, καὶ ἡ σφωέ τρίτου προσώπου ἐγκλι- τική ἐστι, σημαίνουσα τὸ αὐτούς· “τίς τʼ ἄρ σφωε θεῶν” (Il. 1, 8) “ἀλλά σφωε δόλος καὶ δεσμός” (Od. 8, 317)· ὥστε οὐκ οὖδεν ὁ ποιητὴς οὐδὲ μονοσύλλαβον τὴν σφώ, εἰ μὴ ὅτε ὀρθοτονεῖται καὶ δευτέρου προσώπου ἐστὶ καὶ σημαίνει τὸ ὑμεῖς ἢ ὑμᾶς· “σφὼ δὲ μάλʼ ἠθέλετον” (Il. 11, 782). ἔνθεν οὖν οἱ ἀκριβέστερον αὐτὰ παρα- φυλάξαντες ἔκθλιψιν δεδώκασι τοῦ ε ἐν τῷ “εἰ μή σφω Αἴαντε διέκρινον” (Il. 17, 531), ἵνα τὸ διηνεκὲς φυλαχθῇ. ἡ διπλῆ δὲ, ὅτι Ζηνόδοτος γράφει σφῶϊ. τοῦτο δὲ τίθεται ἀντὶ τοῦ ὑμεῖς ἢ ὑμᾶς, ὧν οὐδέτερον ἁρμόζει, τὸ δὲ σφωέ· ἔστι γὰρ αὐτοὺς τοὺς δύο.