Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Κ.
Scholia in Homerum, Scholia in Iliadum 1.238-3
Not analysed yet
545. χαριέντως διαστέλλουσι βραχὺ ἐπὶ τὸ λάβετον, ἵνα τὸ ἑξῆς πευστικῶς λέγηται, καταδύντες ὅμιλον Τρώων, οὕτως καὶ Τήλεφος ἐν τῷ η΄ τῶν γραμματικῶν ἀξιοῖ· εἰ γὰρ μὴ οὕτως, φησὶν, ἀναγνῶμεν, ἐπιταραχθήσεται ἡ διάνοια. ἡ διπλῆ δὲ, ὅτι Ζηνοδοτος γράφει λαβέτην. ἔστι δὲ τοῦτο τρί- του προσώπου, ἀντὶ τοῦ ἔλαβον· λέγει δὲ νῦν πρὸς αὐτούς.