Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Β.
Scholia in Homerum, Scholia in Iliadum 1.246
Not analysed yet
463. τὰ συναγελαστικὰ τῶν ὀρνέων, ὅταν προλάβῃ τῇ πτήσει, ἀναμένειν εἴωθε τὰ ὑστεροῦντα. ὑποστιγμὴ ἐπὶ τὸ προκαθιζόντων διὰ τὸ ὥς μόριον, καὶ ἐπὶ τὸ λειμών· μακρὰ γὰρ ἡ περίοδος, πέντε ἔπη περιέχουσα. τὸ δὲ ἑξῆς, ὀρνίθων πετεηνῶν ἔθνεα πολλὰ, κλαγγηδὸν προκαθιζόντων, ἔνθα καὶ ἔνθα ποτῶνται ἀγαλλόμενα πτερύγεσσι, σμαραγεῖ δέ τε λειμών. τὰ δὲ ἄλλα διὰ μέσου. τὸ δὲ σμαραγεῖ λάμπει· ὅθεν καὶ σμάραγ- δος ὁ λαμπρὸς λίθος.