Ancient Greek
1.247 to 1.250
Scholia in Homerum, Scholia in Iliadum 1.247-250
Not analysed yet
467. Σκαμανδρίῳ] τὸ τῷ Σκαμάνδρῳ ποταμῷ παρακείμενονπεδίον. ὁ δὲ Σκάμανδρος καταφερόμενος ἀπὸ τῆς Ἴδης καὶ μέσον τέμνων τὸ ὑποκείμενον τῇ Ἰλίῳ πεδίον, καὶ ἐπὶ τὰ ἀριστερὰ ἐκδιδοὺς εἰς θάλασσαν. καλεῖται δὲ οὗτος καὶ Ξάνθος. 469. ἠΰτε μυιάων] ἀπʼ ἄλλης ἀρχῆς τὴν παραβολὴν προοιστέον, ἵνα ὑποστίζωμεν ἐπὶ τὸ δεύει, τῆς ἀνταποδιδομένης τῷ ἠΰτε λέξεως ἀνακολούθως ἐχούσης, ὡς ἐν τῇ Θ (555) “ὡς δʼ ὅτʼ ἐν οὐρανῷ ἄστρα, τόσσα μεσηγὺ νεῶν.” 471. *ὥρῃ ἐν εἰαρινῇ] κατʼ ἐξοχὴν τῶν ἄλλων ὡρῶν. 474. αἰπόλια] αἰπόλιον τὸ τῶν αἰγῶν, ποίμνιον δὲ τὸ τῶν προ- βάτων, συβόσιον δὲ τὸ τῶν χοίρων, βουκόλιον δὲ τὸ τῶν βοῶν, ἱππο- φόρβιον δὲ τὸ τῶν ἵππων. *πλατέα] μεγάλα, ἢ ὅτι ἐν διαστήματι καὶ πλάτει νέμονται αἱ αῐγες.