Ancient Greek
Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.
Scholia in Homerum, Scholia in Iliadum 1.249
Not analysed yet
417. λέγεται τὴν Θέτιν παρὰ Διὸς μαθεῖν τὰ περὶ Ἀχιλλέως, ὅτι εἰ μὲν μείνειεν ἐν τῇ Φθίᾳ μὴ συμπλεύσας τοῖς Ἕλλησιν εἰς τὴν Ἴλιον, πολλὴ μὲν ἔσται αὐτῷ ἡ ζωὴ, ἄδοξος δὲ, εἰ δὲ συνανέλθοι αὐτοῖς, ἔσται ὀλιγοχρόνιος μὲν, ἀλλ᾿ ἀοίδιμος καὶ εὐκλεής. ὅθεν ὡς προειδυῖα ἡ Θέτις τοῦτο, ἦν αὐτὸν παραθεμένη εἰς τὸν Λυκομήδους παρθενῶνα ὡς κόρην, ἐν τῇ Σκύρῳ· ἔστι δὲ μία τῶν Κυκλάδων.