Ancient Greek
Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.
Scholia in Homerum, Scholia in Iliadum 1.250
Not analysed yet
420. εἶμ᾿ ]προπερισπᾶται, ὅτε ἐπὶ τοῦ πορεύομαι· ὅτε δὲ ἐπὶ τοῦ ὑπάρχω, ὀξύνεται. *πρὸς Ὄλυμπον] ὅτι ὄρος ὁ Ὄλυμπος. ἀγάννιφον] τὰ ἄκρα τοῦ Ὀλύμπου οὔτε νείφεται οὔτε κατομ- βρεῖται, κατ᾿ αὐτὸν τὸν ποιητὴν λέγοντα “Οὔλυμπόνδ᾿ ,ὅθι φασὶ θεῶν ἕδος ἀσφαλὲς αἰεὶ ἔμμεναι· οὔτ᾿ ἀνέμοισι τινάσσεται, οὔτε ποτ᾿ ὄμβρῳ δεύεται, οὔτε χιὼν ἐπιπίλναται, ἀλλὰ μάλ᾿ αἴθρη πέπ- ταται ἀννέφελος, λευκὴ δ᾿ ἐπιδέδρομεν αἴγλη” (Od. 6, 42). ἀγάν- νιφον οὖν ἢ τὸν πάνυ κατανειφόμενον, ἢ τὸν οὐδὲ ὅλως. τὸ νείφω σημαίνει τὸ βρέχω, ὅπερ γράφεται διὰ τῆς ει διφθόγγου, ἐξ οὗ νέφος καὶ νεφρός. νίφω τὸ χιονίζω διὰ τοῦ ῑ, ἐξ οὗ τὸ ἀγάννι- φον. νήφω τὸ σπένδω διὰ τοῦ η, ἐξ οὗ τὰ νηφάλια ξύλα. νήφω τὸ προσέχω· καὶ διὰ τοῦ η τοῦτο· ἐξ οὗ τὸ “νήφων προσεύχου.”