Ancient Greek
1.25 to 1.30
Scholia in Homerum, Scholia in Iliadum 1.25-30
Not analysed yet
70. ἐς στρατὸν ἐλθέ] ὅτι τὸ μὲν ἐλθέ προστακτικὸν, τὸ δὲ πειρᾶν ἀπαρέμφατον ἀντὶ τοῦ πείρα προστακτικοῦ. 74. *ὅτι ὡς περὶ ὄρους τοῦ Ὀλύμπου λέγει. 75. οἷον δʼ ἀστέρα] τούτους διάττοντας καλοῦσι. δοκοῦσι δὲ ἀπὸ συστροφῆς ἀέρος γίνεσθαι· ὅθεν καὶ ἀνέμους δηλοῦσιν. σπινθηρί- ζουσι δὲ, καὶ πρὶν εἰς γῆν πεσεῖν ψυχροτέρῳ ἀέρι λύονται. ἐὰν δὲ δηλοῖ τὸ ἄπωθεν ἡ ἄπο, βαρύνεται. 79. κὰδ δʼ ἔθορʼ] τὸ ἐνεργὲς καὶ σφοδρὸν τῆς θεοῦ ἡ πρόθεσις δηλοῖ. τὸ θάμβος δὲ οὐδετέρως παρʼ Ὁμήρῳ, Σιμωνίδης δὲ ἀρσε- νικῶς. 83. ὁ λόγος στίζει ἐπὶ τὸ ἔσσεται· εἴρηται γὰρ καὶ ἐν τῇ πρὸ ταύτης ῥαψῳδίᾳ (428) ὅτι οὐ πάντως ἐπὶ τῶν πευστικῶς λεγομένων ὑποστικτέον. οὕτως Νικάνωρ, εἰ καὶ ἀπαντᾷ, φησὶν, ἡ ὑπόκρισις. 88. Πάνδαρον ἀντίθεον διζημένη] τούτῳ καὶ τῷ ἑξῆς παράκεινται διπλαῖ περιεστιγμέναι, ὅτι Ζηνόδοτος τούτου μὲν τὸ ἀκροτελεύτιον οὕτως γράφει “εὖρε δὲ τόνδε,” τὸν δὲ δεύτερον οὐδὲ γράφει, δοκῶν ἀνθρώπινον τὸ ζητεῖν εἶναι· καταλέλοιπε δὲ τὸ διζημένη. ἀγνοεῖ δὲ ὅτι ὁμοιωθεῖσα Λαοδόκῳ ἀνάγκην εἶχεν ἀνθρώπινα ἐπιτηδεύειν.