Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Δ.
Scholia in Homerum, Scholia in Iliadum 1.31-3
Not analysed yet
93. πίθοιο] διὰ τί ἡ Ἀθηνᾶ εἰς σύγχυσιν τῶν ὅρκων οὐ τῶν Τρώων τινὰ ἐπελέξατο, ἀλλὰ τῶν ἐπικούρων; καίτοι κεχαρισμένος ἄν τις ἐγένετο Ἀλεξάνδρῳ, εἰ τῶν οἰκείων ἦν. καὶ διὰ τί τῶν ἐπικούρων τὸν Πάνδαρον ἐπελέξατο; καί φησιν ὁ Ἀριστοτέλης ὅτι τῶν μὲν Τρώων οὐδένα, διότι πάντες αὐτὸν ἐμίσουν, ὡς ὁ ποιητής φησιν, “ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ” (Il. 3 454)· τῶν δὲ ἐπικού- ρων τὸν Πάνδαρον ἐπελέξατο ὡς φιλοχρήματον (σημεῖον δὲ ἡ τῶν ἵππων αὐτοῦ ἐπʼ οἴκου κατάλειψις, ἵνα μὴ δαπανᾷ Il. 5, 192), καὶ ὅτι φύσει ἐπίορκος· τὸ γὰρ ἔθνος ἔτι καὶ νῦν δοκεῖ εἶναι, ὅθεν ἐκεῖνος ἦν, ἐπίορκον. τινὲς δὲ οὕτως λύουσιν, ὅτι ἀρίστου ἦν χρεία τοῦ δυνα- μένου τρῶσαι καὶ καταστοχάσασθαι, οὐκ ἦν δὲ ἐν τῷ Τρωϊκῷ μέρει τις ἢ Ἀλέξανδρος μόνος καὶ Πάνδαρος εὐφυὴς οὕτως ὡς καὶ ἐπι- φωνῆσαι τὸν ποιητὴν “Πάνδαρος ᾧ καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδω- κεν” (Il. 2, 827), ὃ σημαίνει τὴν τοξικήν. ὡς ἄριστον οὖν αὐτὸν ἐπελέξατο τοξότην.