Ancient Greek
1.251 to 1.252
Scholia in Homerum, Scholia in Iliadum 1.251-252
Not analysed yet
421. νῦν] τὸ νῦν ἀντὶ τοῦ δή· διὸ καὶ Τυραννίων ἠξίου ὀξύνειν, οὐκ εὖ. 422. μήνι᾿ ]τῆς ὀργῆς αὐτὸν οὐκ ἐπέχει, εἰδυῖα τὸ φιλόνεικον αὐτοῦ καὶ φιλότιμον. καλῶς δὲ λόγοις μὲν χαρίζεται αὐτῷ, ἔργοις· δὲ ἀναβάλλεται.