Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Β.
Scholia in Homerum, Scholia in Iliadum 1.251-2
Not analysed yet
478. ὄμματα καὶ κεφαλὴν ἴκελος Διὶ τερπικεραύνῳ] συγγραφεῖς μὲν τὸ ἀληθὲς μεταδιώκουσι, τραγικοὶ δὲ τὸ σεμνότερον, κωμικοὶ δὲ τὸ ἔλασσον, ἅπερ ἅπαντα παρὰ τῷ ποιητῇ ἐστὶν, κωμῳδία μὲν ὡς ἐπὶ Θερσίτου, συγγραφικὴ δὲ ὡς ἐπὶ τοῦ “τῷ δʼ ἔχεν Αὐτομέδων” (Il. 9, 209). καὶ ἐπὶ Ἀγαμέμνονος νῦν καλλίων τῆς ἀληθινῆς καὶ μεγαλοπρεπεστέρα ἡ ὄψις ἀναπέπλασται. καὶ ἱκανὸν ἦν ἑνὶ θεῷ εἰκάζειν αὐτὸν, ὁ δὲ τρεῖς παρέλαβεν, ἑκάστου τὸ διαπρεπὲς ἐκλε- ξάμενος, τοῦ Διὸς μὲν τὸ ἡγεμονικὸν καὶ ἐποπτικὸν, ἐννοσιγαίου δὲ τὸ ἰσχυρὸν, οἷς τὰ βάρη κατέχομεν, Ἄρεως δὲ τὰ μάλιστα ἐν πολέμῳ φαινόμενα. οἱ δὲ τὸ ἀξιωματικὸν, τὸ γεραρὸν, τὸ πολεμικόν. *ἴκελος Διὶ] τὸ ὅμοιος καὶ ἴσος καὶ τὸ ἴκελος δοτικῇ συντάσ- σεται.