Ancient Greek
1.251 to 1.263
Scholia in Homerum, Scholia in Iliadum 1.251-3-263
Not analysed yet
601. ἰῶκά τε δακρυόεσσαν] ὅτι τινὲς γράφουσιν ἰῶ, εἶτα κατα- δακρυόεσσαν. γίνεται δὲ ἔκθεσμον· ὁ γὰρ Ὅμηρος ἰῶκα τὴν ἰωκὴν, οἷον δίωξιν, ὡς Ἡσίοδος (Q. 538) τὴν κρόκην κρόκα. 603. *παρὰ νηός] ἀντὶ τοῦ παρὰ νηί. ἀπὸ τῆς νηός. 604. κακοῦ δʼ ἄρα οἱ πέλεν ἀρχή] σημειοῦνταί τινες ὅτι οὐ πόρ- ρωθεν ἡ προαναφώνησις· κἀκεῖ οὖν οὐκ ἐπὶ τὰ πόρρω ἡ ἀπότασις “Διὸς δʼ ἐτελείετο βουλή (Il. 1, 5). 606. τί δέ σε χρεὼ ἐμεῖο] ὅτι πτῶσις ἤλλακται, αἰτιατικὴ ἀντὶ δοτικῆς, τὸ σέ ἀντὶ τοῦ σοί. 610. *ὀξύνεται τὸ ἀνεκτός· προείρηται δέ. 611. ἀλλ’ ἴθι νῦν] διὰ τί δὲ τὸν Πάτροκλον ὁ Ἀχιλλεὺς πέμπει; ῥητέον ὅτι κατʼ οἰκονομίαν. ἐπειδὴ γὰρ ἄπρακτος ἡ πρεσβεία γεγέ- νηται, διὰ Πατρόκλου Νέστορα βούλεται τοῦτο κατορθῶσαι ὅπερ οὐκ ἐποίησαν οἱ πρέσβεις. ὥστε προῳκονόμησε τοῦτο ὁ ποιητὴς, ἵνα καὶ Νέστορος τὴν τῶν λόγων δύναμιν παραστήσῃ καὶ Ἀχιλλέα δείξῃ μετʼ εὐλόγου προφάσεως εἰς τὸν πόλεμον ἐξάγειν. 612. βεβλημένον] ὅτι ἀντὶ τοῦ τετρωμένον· τῷ εἰδικῷ τὸ γενικὸν ἐσήμανεν. 617. *βῆ δὲ θέειν] ἐν ἄλλῳ βῆ δʼ ἰέναι. 620. *ὅτι καὶ Ἀγαμέμνονος ἡνίοχος ἦν Εὐρυμέδων (Il. 4, 227). 621. ὅτι ψύχειν μὲν λέγει πρὸς ἄνεμον, τέρσεσθαι δὲ ἐν ἡλίῳ· “εἵματα δʼ ἠελίοιο μένον τερσήμεναι αὐγῇ” (Od. 6, 98). 622. στάν τε ποτὶ πνοιήν] ὅτι σαφὲς ὅτι οὗτοι πρὸς τῇ θαλάσσῃ νενεωλκήκασιν. *οὕτω διὰ τοῦ τε. 627. *ἥ σφωῖν] ἐγκλιτικῶς ἀναγνωστέον, ἵνα δηλωθῇ τρίτον πρόσωπον. *ἐνʼ αὐτῆς] γράφεται ἐπʼ αὐτῇ. 630. *ὅτι πᾶν προσόψημα ὄψον οἱ ἀρχαῖοι. ποτικὸν ὄψον, ὅ ἐστι προσφάγιον δίψους παρασκευαστικόν. πᾶν δὲ τὸ μετὰ ἄρτου ἐσθιόμενον ὄψον καλεῖται· ὀψὲ γὰρ ταύτην προσήγοντο τὴν τροφὴν, ἕωθεν δὲ ἀκρατίσμασι· διὸ καὶ ἡ διπλῆ. ἔστι δὲ τὸ κρόμυον καὶ πρὸς τὰ μὴ καλὰ ἁρμόζον ὕδατα, ὡς ἀλεξι- φάρμακον.