Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Λ.
Scholia in Homerum, Scholia in Iliadum 1.264-2
Not analysed yet
631. χλωρὸν] πρόσφατον, νέον· οὕτω γὰρ καὶ ἡμεῖς χλωρὸν τυρὸν λέγομεν τὸν νέον. ἀλφίτου ἱεροῦ ἀκτήν] ἤτοι περιφραστικῶς ἄλφιτα ἢ ἄρτον ἀπὸ τοῦ κατασκευάσματος, ὅ ἐστιν ἀλεύρου. δηλοῖ δὲ ἡ λέξις ὁτὲ μὲν τὸ ἄλευρον ἀπὸ τοῦ κατάσσεσθαι καὶ ἀλεῖσθαι τὸν σῖτον, ὁτὲ δὲ τὸν αἰγιαλόν ἀπὸ τοῦ περικατάσσεσθαι αὐτῷ τὰ κύματα.