Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Ι.
Scholia in Homerum, Scholia in Iliadum 1.253-3
Not analysed yet
502. ἀνειδωλοποιεῖ τὰς λιτὰς ὡς δαίμονάς τινας. χωλὰς μὲν οὖν αὐτὰς κέκληκεν διὰ τὸ βραδέως καἰ μόλις προσιέναι καὶ γονυκλινεῖς λιτανεύειν τούτους οὓς ἂν προηδικηκότες ὦσιν. ῥυσάς τε καὶ διαστρόφους τὰς ὄψεις, ἐπεὶ βραδέως καὶ οὐ γεγη- θότι τῷ προσώπῳ οὐδὲ ὀρθῷ τῷ βλέμματι προσορᾶν δύνανται τοὺς προηδικημένους, παρʼ ὧν αἰτοῦνται συγγνώμην. Διὸς δὲ αὐτὰς θυγα- τέρας γενεαλογεῖ, ὥστε σεβασμιωτέρας φαίνεσθαι.