Ancient Greek
1.254 to 1.259
Scholia in Homerum, Scholia in Iliadum 1.254-3-259
Not analysed yet
503. παραβλῶπες] διάστροφοι τοὺς ὀφθαλμοὺς, ἐπειδὴ οἱ ἱκετεύ- οντες ὑπὲρ τοῦ ἐλεεινοὺς φαίνεσθαι προσίασιν οἰκτρὰ τὰ σχήματα αὑτῶν καὶ τὰς θέας ἔχοντες. προπερισπαστέον δὲ ὁμοίως τῷ τυφλῶπες· ἀπὸ γὰρ ὀξυνομένης εὐθείας ἐγένετο τῆς παραβλώψ. τὰ δὲ τοιαῦτα καὶ βαρυνόμενα εὑρέθη καὶ ὀξυνόμενα, ὥσπερ τὸ ἑλικῶπες καὶ Κύ- κλωπες, περὶ ὧν ἐντελέστερον λέγεται ἐν τοῖς περὶ σχημάτων. 504. *ἀλέγουσι] τῶν ἀνθρώπων δηλονότι. ἀλέγουσι φροντίζουσιν, ἵνα ἰάσωνται τὰ ὑπὸ τῆς ἄτης γινόμενα. 505. *ἀρτίπος] ὁ τοὺς πόδας ὁλόκληρος. πρὸ τέλους ἡ ὀξεῖα, ὁμοίως τῷ ἀελλόπος καὶ τρίπος. *ὅτι οὕνεκα ἀντὶ τοῦ τοὔνεκα. 506. *ὅτι Ζηνόδοτος γράφει φθονέει. 509. ὅτι περισσὸς ὁ δέ σύνδεσμος· διὸ οὐ δεῖ συνεγκλίνειν τῷ ἄρθρῳ τὸν σύνδεσμον. *εὐξαμένοιο] Ἀρίσταρχος εὐχομένοιο. 512. *ἀποτίσῃ] γράφεται ἀποτίνῃ.